<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.263-8.290</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.263-8.290</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="263">πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,</l><l n="264">πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="265">μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.</l><l n="266"><milestone unit="para" ed="P"/>αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν</l><l n="267">ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,</l><l n="268">ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι</l><l n="269">λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν</l><l n="270">Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν</l><l n="271">Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.</l><l n="272">Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,</l><l n="273">βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,</l><l n="274">ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς</l><l n="275">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.</l><l n="276">αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,</l><l n="277">βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,</l><l n="278">ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·</l><l n="279">πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,</l><l n="280">ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,</l><l n="281">οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.</l><l n="282">αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,</l><l n="283">εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,</l><l n="284">ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.</l><l n="285">οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,</l><l n="286">ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·</l><l n="287">βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο</l><l n="288">ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.</l><l n="289">ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος</l><l n="290">ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>