<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.259-8.382</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.259-8.382</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="259">δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,</l><l n="260">λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.</l><l n="261">κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν</l><l n="262">Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι</l><l n="263">πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,</l><l n="264">πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="265">μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.</l><l n="266"><milestone unit="para" ed="P"/>αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν</l><l n="267">ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,</l><l n="268">ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι</l><l n="269">λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν</l><l n="270">Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν</l><l n="271">Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.</l><l n="272">Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,</l><l n="273">βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,</l><l n="274">ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς</l><l n="275">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.</l><l n="276">αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,</l><l n="277">βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,</l><l n="278">ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·</l><l n="279">πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,</l><l n="280">ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,</l><l n="281">οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.</l><l n="282">αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,</l><l n="283">εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,</l><l n="284">ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.</l><l n="285">οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,</l><l n="286">ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·</l><l n="287">βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο</l><l n="288">ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.</l><l n="289">ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος</l><l n="290">ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,</l><l n="291">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>δεῦρο, φίλη, λέκτρονδε τραπείομεν
                     εὐνηθέντες·</l><l n="293">οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη</l><l n="294">οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.</l></q><milestone n="295" unit="card" ed="p"/><l n="295"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="296">τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ</l><l n="297">τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,</l><l n="298">οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.</l><l n="299">καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.</l><l n="300">ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,</l><l n="301">αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·</l><l n="302">Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.</l><l n="303">βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·</l><l n="304">ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="305">σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="307">δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,</l><l n="308">ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="309">αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,</l><l n="310">οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε</l><l n="311">ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,</l><l n="312">ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.</l><l n="313">ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι</l><l n="314">εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.</l><l n="315">οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως</l><l n="316">καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω</l><l n="317">εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,</l><l n="318">εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,</l><l n="319">ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,</l><l n="320">οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς
                  δῶ·</l><l n="322">ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης</l><l n="323">Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.</l><l n="324">θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.</l><l n="325">ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·</l><l n="326">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι</l><l n="327">τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.</l><l n="328">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="329"><milestone unit="para" ed="P"/>οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς
                     ὠκύν,</l><l n="330">ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα</l><l n="331">ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="332">χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="334">Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q type="unspecified"><l n="335"><milestone unit="para" ed="P"/>Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,</l><l n="336">ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς</l><l n="337">εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="339">αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·</l><l n="340">δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,</l><l n="341">ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="342">αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.</l></q><milestone n="343" unit="card" ed="p"/><l n="343"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="344">οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ</l><l n="345">Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.</l><l n="346">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ
                     κελεύεις,</l><l n="348">τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·</l><q type="unspecified"><l n="350">μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·</l><l n="351">δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.</l><l n="352">πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="353">εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;</l></q><l n="354"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q type="unspecified"><l n="355">Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας</l><l n="356">οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.</l></q><l n="357"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q type="unspecified"><l n="358">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.</l></q><l n="359"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.</l><l n="360">τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,</l><l n="361">αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,</l><l n="362">ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,</l><l n="363">ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.</l><l n="364">ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ</l><l n="365">ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,</l><l n="366">ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.</l><l n="367"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="368">τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι</l><l n="369">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="370"><milestone unit="para" ed="P"/>Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν</l><l n="371">μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.</l><l n="372">οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,</l><l n="373">πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,</l><l n="374">τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα</l><l n="375">ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς</l><l n="376">ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.</l><l n="377">αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,</l><l n="378">ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ</l><l n="379">ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι</l><l n="380">ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.</l><l n="381"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="382">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>