<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.211-8.227</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.211-8.227</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="211">δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.</l><l n="212">τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,</l><l n="213">ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.</l><l n="214">πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·</l><l n="215">εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·</l><l n="216">πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ</l><l n="217">ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι</l><l n="218">ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.</l><l n="219">οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.</l><l n="221">τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,</l><l n="222">ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.</l><l n="223">ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,</l><l n="224">οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,</l><l n="225">οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.</l><l n="226">τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας</l><l n="227">ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>