<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.210-8.258</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.210-8.258</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="210">ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων</l><l n="211">δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.</l><l n="212">τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,</l><l n="213">ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.</l><l n="214">πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·</l><l n="215">εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·</l><l n="216">πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ</l><l n="217">ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι</l><l n="218">ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.</l><l n="219">οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.</l><l n="221">τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,</l><l n="222">ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.</l><l n="223">ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,</l><l n="224">οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,</l><l n="225">οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.</l><l n="226">τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας</l><l n="227">ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων</l><l n="228">ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.</l><l n="229">δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.</l><l n="230">οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ</l><l n="231">Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην</l><l n="232">κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα</l><l n="233">ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.</l></q><l n="234"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="235">Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="236"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ
                     ἀγορεύεις,</l><l n="237">ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,</l><l n="238">χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς</l><l n="239">νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,</l><l n="240">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·</l><l n="241">ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ</l><l n="242">εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι</l><l n="243">δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,</l><l n="244">ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν</l><l n="245">Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.</l><l n="246">οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,</l><l n="247">ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,</l><l n="248">αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε</l><l n="249">εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.</l><milestone n="250" unit="card" ed="p"/><l n="250">ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,</l><l n="251">παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν</l><l n="252">οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων</l><l n="253">ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.</l><l n="254">Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν</l><l n="255">οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.</l></q><l n="256"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ</l><l n="257">οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.</l><l n="258">αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>