<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.195-8.213</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.195-8.213</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα</l><l n="196">ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,</l><l n="197">ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·</l><l n="198">οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.</l></q><milestone n="199" unit="card" ed="p"/><l n="199"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="200">χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.</l><l n="201">καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·</l><q type="unspecified"><l n="202"><milestone unit="para" ed="P"/>τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον
                     ἄλλον</l><l n="203">ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.</l><l n="204">τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,</l><l n="205">δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,</l><l n="206">ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,</l><l n="207">πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.</l><l n="208">ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;</l><l n="209">ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,</l><l n="210">ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων</l><l n="211">δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.</l><l n="212">τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,</l><l n="213">ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>