<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.171-8.245</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.171-8.245</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="171">τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει</l><l n="172">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,</l><l n="173">ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.</l><l n="174">ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,</l><l n="175">ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,</l><l n="176">ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως</l><l n="177">οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.</l><l n="178">ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν</l><l n="179">εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,</l><l n="180">ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω</l><l n="181">ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.</l><l n="182">νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην</l><l n="183">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.</l><l n="184">ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·</l><l n="185">θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.</l></q><l n="186"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον</l><l n="187">μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ</l><l n="188">ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.</l><l n="189">τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,</l><l n="190">βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ</l><l n="191">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,</l><l n="192">λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων</l><l n="193">ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη</l><l n="194">ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα</l><l n="196">ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,</l><l n="197">ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·</l><l n="198">οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.</l></q><milestone n="199" unit="card" ed="p"/><l n="199"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="200">χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.</l><l n="201">καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·</l><q type="unspecified"><l n="202"><milestone unit="para" ed="P"/>τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον
                     ἄλλον</l><l n="203">ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.</l><l n="204">τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,</l><l n="205">δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,</l><l n="206">ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,</l><l n="207">πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.</l><l n="208">ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;</l><l n="209">ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,</l><l n="210">ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων</l><l n="211">δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.</l><l n="212">τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,</l><l n="213">ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.</l><l n="214">πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·</l><l n="215">εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·</l><l n="216">πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ</l><l n="217">ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι</l><l n="218">ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.</l><l n="219">οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.</l><l n="221">τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,</l><l n="222">ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.</l><l n="223">ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,</l><l n="224">οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,</l><l n="225">οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.</l><l n="226">τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας</l><l n="227">ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων</l><l n="228">ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.</l><l n="229">δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.</l><l n="230">οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ</l><l n="231">Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην</l><l n="232">κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα</l><l n="233">ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.</l></q><l n="234"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="235">Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="236"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ
                     ἀγορεύεις,</l><l n="237">ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,</l><l n="238">χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς</l><l n="239">νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,</l><l n="240">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·</l><l n="241">ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ</l><l n="242">εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι</l><l n="243">δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,</l><l n="244">ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν</l><l n="245">Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>