<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.136-8.152</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.136-8.152</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="136">αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης</l><l n="137">δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·</l><l n="138">οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης</l><l n="139">ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.</l></q><l n="140"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="141">Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.</l><l n="142">αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.</l></q><l n="143"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,</l><l n="144">στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·</l><q type="unspecified"><l n="145">δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,</l><l n="146">εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·</l><l n="147">οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,</l><l n="148">ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.</l><l n="149">ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.</l><l n="150">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη</l><l n="151">νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.</l></q><l n="152"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>