<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.126-8.214</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.126-8.214</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="126">οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·</l><l n="127">τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.</l><l n="128">ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·</l><l n="129">δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,</l><l n="130">πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.</l><l n="131">αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,</l><l n="132">τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·</l><q type="unspecified"><l n="133"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ
                     ἄεθλον</l><l n="134">οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,</l><l n="135">μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν</l><l n="136">αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης</l><l n="137">δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·</l><l n="138">οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης</l><l n="139">ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.</l></q><l n="140"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="141">Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.</l><l n="142">αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.</l></q><l n="143"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,</l><l n="144">στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·</l><q type="unspecified"><l n="145">δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,</l><l n="146">εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·</l><l n="147">οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,</l><l n="148">ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.</l><l n="149">ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.</l><l n="150">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη</l><l n="151">νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.</l></q><l n="152"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="153">Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;</l><l n="154">κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,</l><l n="155">ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="156">νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων</l><l n="157">ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.</l></q><l n="158"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ
                  ἄντην·</l><q type="unspecified"><l n="159">οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω</l><l n="160">ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,</l><l n="161">ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,</l><l n="162">ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,</l><l n="163">φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων</l><l n="164">κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.</l></q><milestone n="165" unit="card" ed="p"/><l n="165"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="166">ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.</l><l n="167">οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν</l><l n="168">ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.</l><l n="169">ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,</l><l n="170">ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν</l><l n="171">τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει</l><l n="172">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,</l><l n="173">ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.</l><l n="174">ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,</l><l n="175">ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,</l><l n="176">ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως</l><l n="177">οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.</l><l n="178">ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν</l><l n="179">εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,</l><l n="180">ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω</l><l n="181">ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.</l><l n="182">νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην</l><l n="183">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.</l><l n="184">ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·</l><l n="185">θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.</l></q><l n="186"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον</l><l n="187">μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ</l><l n="188">ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.</l><l n="189">τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,</l><l n="190">βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ</l><l n="191">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,</l><l n="192">λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων</l><l n="193">ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη</l><l n="194">ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα</l><l n="196">ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,</l><l n="197">ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·</l><l n="198">οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.</l></q><milestone n="199" unit="card" ed="p"/><l n="199"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="200">χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.</l><l n="201">καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·</l><q type="unspecified"><l n="202"><milestone unit="para" ed="P"/>τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον
                     ἄλλον</l><l n="203">ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.</l><l n="204">τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,</l><l n="205">δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,</l><l n="206">ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,</l><l n="207">πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.</l><l n="208">ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;</l><l n="209">ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,</l><l n="210">ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων</l><l n="211">δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.</l><l n="212">τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,</l><l n="213">ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.</l><l n="214">πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>