<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.119-8.137</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.119-8.137</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="119">Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.</l><l n="120">οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.</l><milestone n="121" unit="card" ed="p"/><l n="121">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες</l><l n="122">καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·</l><l n="123">τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·</l><l n="124">ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,</l><l n="125">τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.</l><l n="126">οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·</l><l n="127">τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.</l><l n="128">ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·</l><l n="129">δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,</l><l n="130">πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.</l><l n="131">αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,</l><l n="132">τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·</l><q type="unspecified"><l n="133"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ
                     ἄεθλον</l><l n="134">οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,</l><l n="135">μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν</l><l n="136">αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης</l><l n="137">δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>