<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.109-8.125</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.109-8.125</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="109">βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,</l><l n="110">μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.</l><l n="111">ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,</l><l n="112">Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,</l><l n="113">Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε</l><l n="114">Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·</l><l n="115">ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,</l><l n="116">Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="117">πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.</l><l n="118">ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,</l><l n="119">Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.</l><l n="120">οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.</l><milestone n="121" unit="card" ed="p"/><l n="121">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες</l><l n="122">καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·</l><l n="123">τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·</l><l n="124">ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,</l><l n="125">τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>