<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.108-8.161</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.108-8.161</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="108">Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.</l><l n="109">βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,</l><l n="110">μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.</l><l n="111">ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,</l><l n="112">Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,</l><l n="113">Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε</l><l n="114">Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·</l><l n="115">ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,</l><l n="116">Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="117">πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.</l><l n="118">ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,</l><l n="119">Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.</l><l n="120">οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.</l><milestone n="121" unit="card" ed="p"/><l n="121">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες</l><l n="122">καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·</l><l n="123">τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·</l><l n="124">ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,</l><l n="125">τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.</l><l n="126">οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·</l><l n="127">τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.</l><l n="128">ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·</l><l n="129">δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,</l><l n="130">πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.</l><l n="131">αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,</l><l n="132">τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·</l><q type="unspecified"><l n="133"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ
                     ἄεθλον</l><l n="134">οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,</l><l n="135">μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν</l><l n="136">αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης</l><l n="137">δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·</l><l n="138">οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης</l><l n="139">ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.</l></q><l n="140"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="141">Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.</l><l n="142">αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.</l></q><l n="143"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,</l><l n="144">στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·</l><q type="unspecified"><l n="145">δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,</l><l n="146">εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·</l><l n="147">οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,</l><l n="148">ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.</l><l n="149">ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.</l><l n="150">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη</l><l n="151">νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.</l></q><l n="152"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="153">Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;</l><l n="154">κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,</l><l n="155">ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="156">νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων</l><l n="157">ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.</l></q><l n="158"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ
                  ἄντην·</l><q type="unspecified"><l n="159">οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω</l><l n="160">ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,</l><l n="161">ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>