<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.107-8.352</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.107-8.352</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="107">κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι</l><l n="108">Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.</l><l n="109">βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,</l><l n="110">μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.</l><l n="111">ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,</l><l n="112">Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,</l><l n="113">Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε</l><l n="114">Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·</l><l n="115">ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,</l><l n="116">Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="117">πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.</l><l n="118">ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,</l><l n="119">Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.</l><l n="120">οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.</l><milestone n="121" unit="card" ed="p"/><l n="121">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες</l><l n="122">καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·</l><l n="123">τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·</l><l n="124">ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,</l><l n="125">τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.</l><l n="126">οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·</l><l n="127">τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.</l><l n="128">ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·</l><l n="129">δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,</l><l n="130">πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.</l><l n="131">αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,</l><l n="132">τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·</l><q type="unspecified"><l n="133"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ
                     ἄεθλον</l><l n="134">οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,</l><l n="135">μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν</l><l n="136">αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης</l><l n="137">δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·</l><l n="138">οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης</l><l n="139">ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.</l></q><l n="140"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="141">Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.</l><l n="142">αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.</l></q><l n="143"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,</l><l n="144">στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·</l><q type="unspecified"><l n="145">δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,</l><l n="146">εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·</l><l n="147">οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,</l><l n="148">ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.</l><l n="149">ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.</l><l n="150">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη</l><l n="151">νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.</l></q><l n="152"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="153">Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;</l><l n="154">κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,</l><l n="155">ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="156">νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων</l><l n="157">ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.</l></q><l n="158"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ
                  ἄντην·</l><q type="unspecified"><l n="159">οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω</l><l n="160">ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,</l><l n="161">ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,</l><l n="162">ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,</l><l n="163">φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων</l><l n="164">κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.</l></q><milestone n="165" unit="card" ed="p"/><l n="165"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="166">ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.</l><l n="167">οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν</l><l n="168">ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.</l><l n="169">ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,</l><l n="170">ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν</l><l n="171">τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει</l><l n="172">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,</l><l n="173">ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.</l><l n="174">ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,</l><l n="175">ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,</l><l n="176">ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως</l><l n="177">οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.</l><l n="178">ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν</l><l n="179">εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,</l><l n="180">ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω</l><l n="181">ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.</l><l n="182">νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην</l><l n="183">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.</l><l n="184">ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·</l><l n="185">θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.</l></q><l n="186"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον</l><l n="187">μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ</l><l n="188">ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.</l><l n="189">τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,</l><l n="190">βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ</l><l n="191">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,</l><l n="192">λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων</l><l n="193">ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη</l><l n="194">ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα</l><l n="196">ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,</l><l n="197">ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·</l><l n="198">οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.</l></q><milestone n="199" unit="card" ed="p"/><l n="199"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="200">χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.</l><l n="201">καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·</l><q type="unspecified"><l n="202"><milestone unit="para" ed="P"/>τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον
                     ἄλλον</l><l n="203">ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.</l><l n="204">τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,</l><l n="205">δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,</l><l n="206">ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,</l><l n="207">πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.</l><l n="208">ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;</l><l n="209">ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,</l><l n="210">ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων</l><l n="211">δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.</l><l n="212">τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,</l><l n="213">ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.</l><l n="214">πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·</l><l n="215">εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·</l><l n="216">πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ</l><l n="217">ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι</l><l n="218">ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.</l><l n="219">οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.</l><l n="221">τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,</l><l n="222">ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.</l><l n="223">ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,</l><l n="224">οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,</l><l n="225">οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.</l><l n="226">τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας</l><l n="227">ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων</l><l n="228">ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.</l><l n="229">δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.</l><l n="230">οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ</l><l n="231">Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην</l><l n="232">κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα</l><l n="233">ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.</l></q><l n="234"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="235">Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="236"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ
                     ἀγορεύεις,</l><l n="237">ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,</l><l n="238">χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς</l><l n="239">νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,</l><l n="240">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·</l><l n="241">ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ</l><l n="242">εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι</l><l n="243">δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,</l><l n="244">ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν</l><l n="245">Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.</l><l n="246">οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,</l><l n="247">ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,</l><l n="248">αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε</l><l n="249">εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.</l><milestone n="250" unit="card" ed="p"/><l n="250">ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,</l><l n="251">παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν</l><l n="252">οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων</l><l n="253">ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.</l><l n="254">Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν</l><l n="255">οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.</l></q><l n="256"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ</l><l n="257">οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.</l><l n="258">αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν</l><l n="259">δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,</l><l n="260">λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.</l><l n="261">κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν</l><l n="262">Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι</l><l n="263">πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,</l><l n="264">πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="265">μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.</l><l n="266"><milestone unit="para" ed="P"/>αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν</l><l n="267">ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,</l><l n="268">ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι</l><l n="269">λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν</l><l n="270">Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν</l><l n="271">Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.</l><l n="272">Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,</l><l n="273">βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,</l><l n="274">ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς</l><l n="275">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.</l><l n="276">αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,</l><l n="277">βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,</l><l n="278">ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·</l><l n="279">πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,</l><l n="280">ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,</l><l n="281">οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.</l><l n="282">αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,</l><l n="283">εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,</l><l n="284">ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.</l><l n="285">οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,</l><l n="286">ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·</l><l n="287">βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο</l><l n="288">ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.</l><l n="289">ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος</l><l n="290">ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,</l><l n="291">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>δεῦρο, φίλη, λέκτρονδε τραπείομεν
                     εὐνηθέντες·</l><l n="293">οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη</l><l n="294">οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.</l></q><milestone n="295" unit="card" ed="p"/><l n="295"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="296">τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ</l><l n="297">τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,</l><l n="298">οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.</l><l n="299">καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.</l><l n="300">ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,</l><l n="301">αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·</l><l n="302">Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.</l><l n="303">βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·</l><l n="304">ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="305">σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="307">δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,</l><l n="308">ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="309">αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,</l><l n="310">οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε</l><l n="311">ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,</l><l n="312">ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.</l><l n="313">ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι</l><l n="314">εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.</l><l n="315">οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως</l><l n="316">καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω</l><l n="317">εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,</l><l n="318">εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,</l><l n="319">ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,</l><l n="320">οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς
                  δῶ·</l><l n="322">ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης</l><l n="323">Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.</l><l n="324">θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.</l><l n="325">ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·</l><l n="326">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι</l><l n="327">τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.</l><l n="328">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="329"><milestone unit="para" ed="P"/>οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς
                     ὠκύν,</l><l n="330">ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα</l><l n="331">ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="332">χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="334">Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q type="unspecified"><l n="335"><milestone unit="para" ed="P"/>Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,</l><l n="336">ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς</l><l n="337">εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="339">αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·</l><l n="340">δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,</l><l n="341">ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="342">αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.</l></q><milestone n="343" unit="card" ed="p"/><l n="343"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="344">οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ</l><l n="345">Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.</l><l n="346">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ
                     κελεύεις,</l><l n="348">τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·</l><q type="unspecified"><l n="350">μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·</l><l n="351">δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.</l><l n="352">πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>