<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.62-7.155</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.62-7.155</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="62">Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·</l><l n="63">Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.</l><l n="64">τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="65">νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα</l><l n="66">Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,</l><l n="67">καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,</l><l n="68">ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.</l><l n="69">ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν</l><l n="70">ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο</l><l n="71">καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες</l><l n="72">δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.</l><l n="73">οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·</l><l n="74">ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.</l><l n="75">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="76">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="77">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="77" unit="card" ed="p"/><l n="78"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="79">πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,</l><l n="80">ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,</l><l n="81">δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="82">Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ</l><l n="83">ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.</l><l n="84">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="85">δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.</l><l n="86">χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="87">ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·</l><l n="88">χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·</l><l n="89">σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,</l><l n="90">ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.</l><l n="91">χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,</l><l n="92">οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι</l><l n="93">δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,</l><l n="94">ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.</l><l n="95">ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="96">ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι</l><l n="97">λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.</l><l n="98">ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο</l><l n="99">πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.</l><l n="100">χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν</l><l n="101">ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,</l><l n="102">φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.</l><l n="103">πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες</l><l n="104">αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,</l><l n="105">αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν</l><l n="106">ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·</l><l n="107">καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.</l><milestone n="107" unit="card" ed="p"/><l n="108">ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν</l><l n="109">νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες</l><l n="110">ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη</l><l n="111">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.</l><l n="112">ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων</l><l n="113">τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.</l><l n="114">ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,</l><l n="115">ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι</l><l n="116">συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.</l><l n="117">τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει</l><l n="118">χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ</l><l n="119">Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.</l><l n="120">ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,</l><l n="121">αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.</l><l n="122">ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,</l><l n="123">τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ</l><l n="124">τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,</l><l n="125">ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν</l><l n="126">ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.</l><l n="127">ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον</l><l n="128">παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·</l><l n="129">ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα</l><l n="130">σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι</l><l n="131">πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.</l><l n="132">τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.</l><l n="133"><milestone unit="para" ed="P"/>ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="134">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="135">καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.</l><l n="136">εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας</l><l n="137">σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,</l><l n="138">ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.</l><l n="139">αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="140">πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,</l><l n="141">ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.</l><l n="142">ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,</l><l n="143">καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.</l><l n="144">οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·</l><l n="145">θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·</l><q type="unspecified"><l n="146"><milestone unit="para" ed="P"/>Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,</l><l n="147">σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας</l><l n="148">τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν</l><l n="149">ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος</l><l n="150">κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·</l><l n="151">αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι</l><l n="152">θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.</l></q><milestone n="152" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν</l><l n="154">πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="155">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>