<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.59-7.102</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.59-7.102</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="59">ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.</l><l n="60">ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·</l><l n="61">τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα</l><l n="62">Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·</l><l n="63">Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.</l><l n="64">τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="65">νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα</l><l n="66">Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,</l><l n="67">καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,</l><l n="68">ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.</l><l n="69">ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν</l><l n="70">ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο</l><l n="71">καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες</l><l n="72">δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.</l><l n="73">οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·</l><l n="74">ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.</l><l n="75">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="76">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="77">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="77" unit="card" ed="p"/><l n="78"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="79">πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,</l><l n="80">ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,</l><l n="81">δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="82">Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ</l><l n="83">ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.</l><l n="84">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="85">δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.</l><l n="86">χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="87">ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·</l><l n="88">χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·</l><l n="89">σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,</l><l n="90">ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.</l><l n="91">χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,</l><l n="92">οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι</l><l n="93">δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,</l><l n="94">ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.</l><l n="95">ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="96">ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι</l><l n="97">λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.</l><l n="98">ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο</l><l n="99">πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.</l><l n="100">χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν</l><l n="101">ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,</l><l n="102">φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>