<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.51-7.322</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.51-7.322</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="51">τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων</l><l n="52">ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.</l><l n="53">δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·</l><l n="54">Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων</l><l n="55">τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.</l><l n="56">Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων</l><l n="57">γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,</l><l n="58">ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,</l><l n="59">ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.</l><l n="60">ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·</l><l n="61">τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα</l><l n="62">Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·</l><l n="63">Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.</l><l n="64">τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="65">νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα</l><l n="66">Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,</l><l n="67">καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,</l><l n="68">ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.</l><l n="69">ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν</l><l n="70">ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο</l><l n="71">καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες</l><l n="72">δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.</l><l n="73">οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·</l><l n="74">ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.</l><l n="75">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="76">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="77">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="77" unit="card" ed="p"/><l n="78"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="79">πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,</l><l n="80">ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,</l><l n="81">δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="82">Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ</l><l n="83">ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.</l><l n="84">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="85">δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.</l><l n="86">χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="87">ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·</l><l n="88">χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·</l><l n="89">σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,</l><l n="90">ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.</l><l n="91">χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,</l><l n="92">οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι</l><l n="93">δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,</l><l n="94">ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.</l><l n="95">ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="96">ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι</l><l n="97">λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.</l><l n="98">ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο</l><l n="99">πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.</l><l n="100">χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν</l><l n="101">ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,</l><l n="102">φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.</l><l n="103">πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες</l><l n="104">αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,</l><l n="105">αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν</l><l n="106">ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·</l><l n="107">καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.</l><milestone n="107" unit="card" ed="p"/><l n="108">ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν</l><l n="109">νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες</l><l n="110">ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη</l><l n="111">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.</l><l n="112">ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων</l><l n="113">τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.</l><l n="114">ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,</l><l n="115">ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι</l><l n="116">συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.</l><l n="117">τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει</l><l n="118">χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ</l><l n="119">Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.</l><l n="120">ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,</l><l n="121">αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.</l><l n="122">ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,</l><l n="123">τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ</l><l n="124">τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,</l><l n="125">ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν</l><l n="126">ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.</l><l n="127">ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον</l><l n="128">παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·</l><l n="129">ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα</l><l n="130">σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι</l><l n="131">πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.</l><l n="132">τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.</l><l n="133"><milestone unit="para" ed="P"/>ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="134">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="135">καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.</l><l n="136">εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας</l><l n="137">σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,</l><l n="138">ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.</l><l n="139">αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="140">πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,</l><l n="141">ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.</l><l n="142">ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,</l><l n="143">καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.</l><l n="144">οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·</l><l n="145">θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·</l><q type="unspecified"><l n="146"><milestone unit="para" ed="P"/>Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,</l><l n="147">σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας</l><l n="148">τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν</l><l n="149">ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος</l><l n="150">κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·</l><l n="151">αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι</l><l n="152">θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.</l></q><milestone n="152" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν</l><l n="154">πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="155">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="156">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν</l><l n="157">καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·</l><l n="158">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="159">Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,</l><l n="160">ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,</l><l n="161">οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.</l><l n="162">ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="163">εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον</l><l n="164">οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="165">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·</l><l n="166">δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.</l></q><l n="167"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="168">χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="169">ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,</l><l n="170">υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,</l><l n="171">ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.</l><l n="172">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="173">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="174">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="175">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="176">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="177">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="178">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="179"><milestone unit="para" ed="P"/>Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="180">πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="181">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="183">νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.</l><l n="184">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,</l><l n="185">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="186"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="187">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="188">νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·</l><l n="189">ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες</l><l n="190">ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν</l><l n="191">ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς</l><l n="192">μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης</l><l n="193">πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται</l><l n="194">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,</l><l n="195">μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,</l><l n="196">πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα</l><l n="197">πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι</l><l n="198">γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.</l><milestone n="198" unit="card" ed="p"/><l n="199">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,</l><l n="200">ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.</l><l n="201">αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς</l><l n="202">ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,</l><l n="203">δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.</l><l n="204">εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,</l><l n="205">οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,</l><l n="206">ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.</l></q><l n="207"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="208">Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε</l><l n="209">ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="210">οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.</l><l n="211">οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν</l><l n="212">ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.</l><l n="213">καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,</l><l n="214">ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.</l><l n="215">ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·</l><l n="216">οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο</l><l n="217">ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ</l><l n="218">καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,</l><l n="219">ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ</l><l n="220">ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων</l><l n="221">ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.</l><l n="222">ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,</l><l n="223">ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης</l><l n="224">καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν</l><l n="225">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l></q><l n="226"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="227">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="228">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,</l><l n="229">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="230">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="231">πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς</l><l n="232">ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.</l><l n="233">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·</l><l n="234">ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα</l><l n="235">καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="236">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="237"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="238">τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;</l><l n="239">οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;</l></q><milestone n="240" unit="card" ed="p"/><l n="240"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="241">ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι</l><l n="242">κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·</l><l n="243">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="244">Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·</l><l n="245">ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ</l><l n="246">ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ</l><l n="247">μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.</l><l n="248">ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων</l><l n="249">οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="250">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="251">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="252">αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης</l><l n="253">ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="254">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="255">ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα</l><l n="256">ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l><l n="261">ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="262">καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι</l><l n="263">Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.</l><l n="264">πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,</l><l n="265">σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,</l><l n="266">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="267">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,</l><l n="268">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="269">γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ</l><l n="270">δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ</l><l n="271">πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,</l><l n="272">ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,</l><l n="273">ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα</l><l n="274">εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.</l><l n="275">τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε</l><l n="276">νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ</l><l n="277">ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="278">ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·</l><l n="280">ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον</l><l n="281">ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,</l><l n="282">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.</l><l n="283">ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ</l><l n="284">ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο</l><l n="285">ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα</l><l n="286">ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.</l><milestone n="287" unit="card" ed="p"/><l n="287">ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ</l><l n="288">εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.</l><l n="289">δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="290">ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς</l><l n="291">παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·</l><l n="292">τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,</l><l n="293">ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα</l><l n="294">ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.</l><l n="295">ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον</l><l n="296">καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.</l><l n="297">ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.</l></q><l n="298"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="299">ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε</l><l n="300">παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν</l><l n="301">ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·</l><l n="304">ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,</l><l n="305">ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,</l><l n="306">μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·</l><l n="307">δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="309">ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="310">μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="311">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="312">τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,</l><l n="313">παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι</l><l n="314">αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,</l><l n="315">εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει</l><l n="316">Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,</l><l n="318">αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ</l><l n="319">λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι</l><l n="320">πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,</l><l n="321">εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,</l><l n="322">τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>