<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.5-7.34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.5-7.34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><l n="5">ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης</l><l n="6">ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.</l><l n="7">αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ</l><l n="8">γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,</l><l n="9">τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·</l><l n="10">Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν</l><l n="11">Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·</l><l n="12">ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.</l><l n="13">ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.</l><l n="14"><milestone unit="para" ed="P"/>καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ
                  Ἀθήνη</l><l n="15">πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,</l><l n="16">μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας</l><l n="17">κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.</l><l n="18">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,</l><l n="19">ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="20">παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.</l><l n="21">στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="22"><milestone unit="para" ed="P"/>ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο</l><l n="23">Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;</l><l n="24">καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω</l><l n="25">τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα</l><l n="26">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l></q><l n="27"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="28">τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,</l><l n="29">δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.</l><l n="30">ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,</l><l n="31">μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.</l><l n="32">οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,</l><l n="33">οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.</l><l n="34">νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>