<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.339-8.17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.339-8.17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><l n="339">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·</l><l n="340">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="341">ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·</l><q type="unspecified"><l n="342">ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.</l></q><l n="343"><milestone unit="para" ed="P"/>ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="344">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="345">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·</l><l n="346">Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,</l><l n="347">πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l></div><div n="8" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="3">ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.</l><l n="4">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="5">Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.</l><l n="6">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι</l><l n="7">πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη</l><l n="8">εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,</l><l n="9">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,</l><l n="10">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·</l><q type="unspecified"><l n="11"><milestone unit="para" ed="P"/>δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="12">εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,</l><l n="13">ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα</l><l n="14">πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.</l></q><l n="15"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="16">καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι</l><l n="17">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>