<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.330-8.73</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.330-8.73</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><l n="330">εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="331">Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα</l><l n="332">Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν</l><l n="333">ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.</l></q><l n="334"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="335">κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν</l><l n="336">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="337">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας</l><l n="338">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="339">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·</l><l n="340">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="341">ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·</l><q type="unspecified"><l n="342">ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.</l></q><l n="343"><milestone unit="para" ed="P"/>ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="344">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="345">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·</l><l n="346">Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,</l><l n="347">πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l></div><div n="8" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="3">ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.</l><l n="4">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="5">Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.</l><l n="6">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι</l><l n="7">πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη</l><l n="8">εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,</l><l n="9">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,</l><l n="10">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·</l><q type="unspecified"><l n="11"><milestone unit="para" ed="P"/>δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="12">εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,</l><l n="13">ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα</l><l n="14">πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.</l></q><l n="15"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="16">καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι</l><l n="17">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες</l><l n="18">υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="19">θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις</l><l n="20">καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="21">ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο</l><l n="22">δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους</l><l n="23">πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.</l><l n="24">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="25">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="27">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="28">ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,</l><l n="29">ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·</l><l n="30">πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.</l><l n="31">ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.</l><l n="32">οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,</l><l n="33">ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.</l><l n="34">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν</l><l n="35">πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα</l><l n="36">κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.</l><l n="37">δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ</l><l n="38">ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα</l><l n="39">ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.</l><l n="40">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="41">σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ</l><l n="42">ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,</l><l n="43">μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν</l><l n="44">Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν</l><l n="45">τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="47">σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.</l><l n="48">κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα</l><l n="49">βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.</l><l n="50">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="51">νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="52">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="53">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,</l><l n="54">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.</l><l n="55">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα</l><l n="56">βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.</l><l n="57">πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν</l><l n="58">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.</l><l n="59">τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,</l><l n="60">ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·</l><l n="61">τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.</l><l n="62"><milestone unit="para" ed="P"/>κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="63">τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·</l><l n="64">ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.</l><l n="65">τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον</l><l n="66">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·</l><l n="67">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν</l><l n="68">αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι</l><l n="69">κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,</l><l n="70">πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.</l><l n="71">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="72">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="73">μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>