<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.323-8.247</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.323-8.247</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="323">λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν</l><l n="324">ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.</l><l n="325">καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν</l><l n="326">ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.</l><l n="327">εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται</l><l n="328">νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.</l></q><l n="329"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="330">εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="331">Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα</l><l n="332">Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν</l><l n="333">ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.</l></q><l n="334"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="335">κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν</l><l n="336">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="337">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας</l><l n="338">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="339">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·</l><l n="340">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="341">ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·</l><q type="unspecified"><l n="342">ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.</l></q><l n="343"><milestone unit="para" ed="P"/>ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="344">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="345">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·</l><l n="346">Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,</l><l n="347">πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l></div><div n="8" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="3">ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.</l><l n="4">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="5">Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.</l><l n="6">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι</l><l n="7">πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη</l><l n="8">εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,</l><l n="9">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,</l><l n="10">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·</l><q type="unspecified"><l n="11"><milestone unit="para" ed="P"/>δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="12">εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,</l><l n="13">ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα</l><l n="14">πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.</l></q><l n="15"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="16">καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι</l><l n="17">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες</l><l n="18">υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="19">θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις</l><l n="20">καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="21">ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο</l><l n="22">δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους</l><l n="23">πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.</l><l n="24">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="25">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="27">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="28">ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,</l><l n="29">ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·</l><l n="30">πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.</l><l n="31">ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.</l><l n="32">οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,</l><l n="33">ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.</l><l n="34">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν</l><l n="35">πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα</l><l n="36">κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.</l><l n="37">δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ</l><l n="38">ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα</l><l n="39">ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.</l><l n="40">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="41">σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ</l><l n="42">ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,</l><l n="43">μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν</l><l n="44">Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν</l><l n="45">τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="47">σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.</l><l n="48">κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα</l><l n="49">βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.</l><l n="50">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="51">νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="52">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="53">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,</l><l n="54">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.</l><l n="55">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα</l><l n="56">βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.</l><l n="57">πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν</l><l n="58">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.</l><l n="59">τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,</l><l n="60">ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·</l><l n="61">τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.</l><l n="62"><milestone unit="para" ed="P"/>κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="63">τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·</l><l n="64">ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.</l><l n="65">τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον</l><l n="66">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·</l><l n="67">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν</l><l n="68">αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι</l><l n="69">κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,</l><l n="70">πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.</l><l n="71">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="72">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="73">μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,</l><l n="74">οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,</l><l n="75">νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,</l><l n="76">ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ</l><l n="77">ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων</l><l n="78">χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.</l><l n="79">ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων</l><l n="80">Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν</l><l n="81">χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ</l><l n="82">Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.</l><milestone n="83" unit="card" ed="p"/><l n="83"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="84">πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι</l><l n="85">κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·</l><l n="86">αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.</l><l n="87">ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,</l><l n="88">δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε</l><l n="89">καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·</l><l n="90">αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν</l><l n="91">Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,</l><l n="92">ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.</l><l n="93">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="94">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν</l><l n="95">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="96">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="98">ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης</l><l n="99">φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·</l><l n="100">νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν</l><l n="101">πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν</l><l n="102">οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων</l><l n="103">πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.</l></q><l n="104"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="105">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,</l><l n="106">Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο</l><l n="107">κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι</l><l n="108">Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.</l><l n="109">βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,</l><l n="110">μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.</l><l n="111">ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,</l><l n="112">Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,</l><l n="113">Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε</l><l n="114">Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·</l><l n="115">ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,</l><l n="116">Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="117">πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.</l><l n="118">ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,</l><l n="119">Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.</l><l n="120">οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.</l><milestone n="121" unit="card" ed="p"/><l n="121">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες</l><l n="122">καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·</l><l n="123">τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·</l><l n="124">ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,</l><l n="125">τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.</l><l n="126">οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·</l><l n="127">τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.</l><l n="128">ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·</l><l n="129">δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,</l><l n="130">πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.</l><l n="131">αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,</l><l n="132">τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·</l><q type="unspecified"><l n="133"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ
                     ἄεθλον</l><l n="134">οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,</l><l n="135">μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν</l><l n="136">αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης</l><l n="137">δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·</l><l n="138">οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης</l><l n="139">ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.</l></q><l n="140"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="141">Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.</l><l n="142">αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.</l></q><l n="143"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,</l><l n="144">στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·</l><q type="unspecified"><l n="145">δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,</l><l n="146">εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·</l><l n="147">οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,</l><l n="148">ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.</l><l n="149">ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.</l><l n="150">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη</l><l n="151">νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.</l></q><l n="152"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="153">Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;</l><l n="154">κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,</l><l n="155">ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="156">νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων</l><l n="157">ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.</l></q><l n="158"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ
                  ἄντην·</l><q type="unspecified"><l n="159">οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω</l><l n="160">ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,</l><l n="161">ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,</l><l n="162">ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,</l><l n="163">φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων</l><l n="164">κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.</l></q><milestone n="165" unit="card" ed="p"/><l n="165"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="166">ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.</l><l n="167">οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν</l><l n="168">ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.</l><l n="169">ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,</l><l n="170">ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν</l><l n="171">τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει</l><l n="172">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,</l><l n="173">ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.</l><l n="174">ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,</l><l n="175">ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,</l><l n="176">ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως</l><l n="177">οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.</l><l n="178">ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν</l><l n="179">εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,</l><l n="180">ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω</l><l n="181">ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.</l><l n="182">νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην</l><l n="183">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.</l><l n="184">ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·</l><l n="185">θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.</l></q><l n="186"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον</l><l n="187">μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ</l><l n="188">ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.</l><l n="189">τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,</l><l n="190">βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ</l><l n="191">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,</l><l n="192">λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων</l><l n="193">ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη</l><l n="194">ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα</l><l n="196">ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,</l><l n="197">ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·</l><l n="198">οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.</l></q><milestone n="199" unit="card" ed="p"/><l n="199"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="200">χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.</l><l n="201">καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·</l><q type="unspecified"><l n="202"><milestone unit="para" ed="P"/>τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον
                     ἄλλον</l><l n="203">ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.</l><l n="204">τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,</l><l n="205">δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,</l><l n="206">ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,</l><l n="207">πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.</l><l n="208">ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;</l><l n="209">ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,</l><l n="210">ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων</l><l n="211">δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.</l><l n="212">τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,</l><l n="213">ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.</l><l n="214">πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·</l><l n="215">εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·</l><l n="216">πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ</l><l n="217">ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι</l><l n="218">ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.</l><l n="219">οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.</l><l n="221">τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,</l><l n="222">ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.</l><l n="223">ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,</l><l n="224">οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,</l><l n="225">οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.</l><l n="226">τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας</l><l n="227">ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων</l><l n="228">ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.</l><l n="229">δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.</l><l n="230">οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ</l><l n="231">Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην</l><l n="232">κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα</l><l n="233">ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.</l></q><l n="234"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="235">Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="236"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ
                     ἀγορεύεις,</l><l n="237">ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,</l><l n="238">χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς</l><l n="239">νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,</l><l n="240">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·</l><l n="241">ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ</l><l n="242">εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι</l><l n="243">δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,</l><l n="244">ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν</l><l n="245">Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.</l><l n="246">οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,</l><l n="247">ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>