<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.257-7.274</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.257-7.274</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l><l n="261">ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="262">καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι</l><l n="263">Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.</l><l n="264">πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,</l><l n="265">σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,</l><l n="266">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="267">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,</l><l n="268">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="269">γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ</l><l n="270">δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ</l><l n="271">πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,</l><l n="272">ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,</l><l n="273">ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα</l><l n="274">εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>