<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.254-7.290</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.254-7.290</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="254">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="255">ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα</l><l n="256">ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l><l n="261">ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="262">καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι</l><l n="263">Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.</l><l n="264">πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,</l><l n="265">σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,</l><l n="266">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="267">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,</l><l n="268">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="269">γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ</l><l n="270">δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ</l><l n="271">πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,</l><l n="272">ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,</l><l n="273">ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα</l><l n="274">εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.</l><l n="275">τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε</l><l n="276">νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ</l><l n="277">ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="278">ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·</l><l n="280">ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον</l><l n="281">ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,</l><l n="282">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.</l><l n="283">ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ</l><l n="284">ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο</l><l n="285">ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα</l><l n="286">ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.</l><milestone n="287" unit="card" ed="p"/><l n="287">ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ</l><l n="288">εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.</l><l n="289">δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="290">ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>