<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.235-7.260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.235-7.260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><l n="235">καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="236">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="237"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="238">τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;</l><l n="239">οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;</l></q><milestone n="240" unit="card" ed="p"/><l n="240"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="241">ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι</l><l n="242">κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·</l><l n="243">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="244">Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·</l><l n="245">ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ</l><l n="246">ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ</l><l n="247">μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.</l><l n="248">ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων</l><l n="249">οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="250">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="251">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="252">αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης</l><l n="253">ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="254">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="255">ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα</l><l n="256">ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>