<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.234-8.10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.234-8.10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><l n="234">ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα</l><l n="235">καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="236">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="237"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="238">τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;</l><l n="239">οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;</l></q><milestone n="240" unit="card" ed="p"/><l n="240"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="241">ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι</l><l n="242">κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·</l><l n="243">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="244">Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·</l><l n="245">ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ</l><l n="246">ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ</l><l n="247">μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.</l><l n="248">ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων</l><l n="249">οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="250">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="251">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="252">αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης</l><l n="253">ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="254">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="255">ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα</l><l n="256">ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l><l n="261">ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="262">καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι</l><l n="263">Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.</l><l n="264">πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,</l><l n="265">σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,</l><l n="266">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="267">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,</l><l n="268">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="269">γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ</l><l n="270">δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ</l><l n="271">πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,</l><l n="272">ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,</l><l n="273">ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα</l><l n="274">εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.</l><l n="275">τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε</l><l n="276">νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ</l><l n="277">ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="278">ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·</l><l n="280">ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον</l><l n="281">ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,</l><l n="282">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.</l><l n="283">ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ</l><l n="284">ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο</l><l n="285">ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα</l><l n="286">ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.</l><milestone n="287" unit="card" ed="p"/><l n="287">ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ</l><l n="288">εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.</l><l n="289">δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="290">ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς</l><l n="291">παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·</l><l n="292">τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,</l><l n="293">ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα</l><l n="294">ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.</l><l n="295">ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον</l><l n="296">καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.</l><l n="297">ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.</l></q><l n="298"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="299">ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε</l><l n="300">παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν</l><l n="301">ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·</l><l n="304">ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,</l><l n="305">ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,</l><l n="306">μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·</l><l n="307">δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="309">ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="310">μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="311">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="312">τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,</l><l n="313">παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι</l><l n="314">αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,</l><l n="315">εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει</l><l n="316">Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,</l><l n="318">αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ</l><l n="319">λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι</l><l n="320">πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,</l><l n="321">εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,</l><l n="322">τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο</l><l n="323">λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν</l><l n="324">ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.</l><l n="325">καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν</l><l n="326">ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.</l><l n="327">εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται</l><l n="328">νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.</l></q><l n="329"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="330">εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="331">Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα</l><l n="332">Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν</l><l n="333">ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.</l></q><l n="334"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="335">κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν</l><l n="336">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="337">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας</l><l n="338">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="339">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·</l><l n="340">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="341">ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·</l><q type="unspecified"><l n="342">ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.</l></q><l n="343"><milestone unit="para" ed="P"/>ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="344">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="345">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·</l><l n="346">Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,</l><l n="347">πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l></div><div n="8" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="3">ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.</l><l n="4">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="5">Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.</l><l n="6">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι</l><l n="7">πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη</l><l n="8">εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,</l><l n="9">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,</l><l n="10">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>