<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.208-8.106</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.208-8.106</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="208">Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε</l><l n="209">ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="210">οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.</l><l n="211">οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν</l><l n="212">ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.</l><l n="213">καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,</l><l n="214">ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.</l><l n="215">ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·</l><l n="216">οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο</l><l n="217">ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ</l><l n="218">καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,</l><l n="219">ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ</l><l n="220">ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων</l><l n="221">ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.</l><l n="222">ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,</l><l n="223">ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης</l><l n="224">καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν</l><l n="225">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l></q><l n="226"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="227">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="228">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,</l><l n="229">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="230">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="231">πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς</l><l n="232">ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.</l><l n="233">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·</l><l n="234">ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα</l><l n="235">καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="236">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="237"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="238">τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;</l><l n="239">οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;</l></q><milestone n="240" unit="card" ed="p"/><l n="240"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="241">ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι</l><l n="242">κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·</l><l n="243">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="244">Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·</l><l n="245">ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ</l><l n="246">ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ</l><l n="247">μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.</l><l n="248">ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων</l><l n="249">οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="250">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="251">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="252">αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης</l><l n="253">ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="254">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="255">ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα</l><l n="256">ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l><l n="261">ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="262">καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι</l><l n="263">Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.</l><l n="264">πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,</l><l n="265">σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,</l><l n="266">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="267">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,</l><l n="268">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="269">γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ</l><l n="270">δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ</l><l n="271">πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,</l><l n="272">ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,</l><l n="273">ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα</l><l n="274">εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.</l><l n="275">τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε</l><l n="276">νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ</l><l n="277">ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="278">ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·</l><l n="280">ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον</l><l n="281">ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,</l><l n="282">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.</l><l n="283">ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ</l><l n="284">ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο</l><l n="285">ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα</l><l n="286">ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.</l><milestone n="287" unit="card" ed="p"/><l n="287">ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ</l><l n="288">εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.</l><l n="289">δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="290">ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς</l><l n="291">παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·</l><l n="292">τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,</l><l n="293">ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα</l><l n="294">ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.</l><l n="295">ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον</l><l n="296">καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.</l><l n="297">ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.</l></q><l n="298"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="299">ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε</l><l n="300">παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν</l><l n="301">ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·</l><l n="304">ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,</l><l n="305">ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,</l><l n="306">μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·</l><l n="307">δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="309">ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="310">μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="311">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="312">τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,</l><l n="313">παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι</l><l n="314">αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,</l><l n="315">εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει</l><l n="316">Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,</l><l n="318">αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ</l><l n="319">λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι</l><l n="320">πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,</l><l n="321">εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,</l><l n="322">τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο</l><l n="323">λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν</l><l n="324">ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.</l><l n="325">καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν</l><l n="326">ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.</l><l n="327">εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται</l><l n="328">νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.</l></q><l n="329"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="330">εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="331">Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα</l><l n="332">Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν</l><l n="333">ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.</l></q><l n="334"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="335">κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν</l><l n="336">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="337">πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας</l><l n="338">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="339">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·</l><l n="340">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="341">ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·</l><q type="unspecified"><l n="342">ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.</l></q><l n="343"><milestone unit="para" ed="P"/>ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="344">ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="345">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·</l><l n="346">Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,</l><l n="347">πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l></div><div n="8" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="3">ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.</l><l n="4">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="5">Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.</l><l n="6">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι</l><l n="7">πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη</l><l n="8">εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,</l><l n="9">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,</l><l n="10">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·</l><q type="unspecified"><l n="11"><milestone unit="para" ed="P"/>δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="12">εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,</l><l n="13">ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα</l><l n="14">πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.</l></q><l n="15"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="16">καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι</l><l n="17">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες</l><l n="18">υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="19">θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις</l><l n="20">καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="21">ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο</l><l n="22">δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους</l><l n="23">πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.</l><l n="24">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="25">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="27">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="28">ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,</l><l n="29">ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·</l><l n="30">πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.</l><l n="31">ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.</l><l n="32">οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,</l><l n="33">ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.</l><l n="34">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν</l><l n="35">πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα</l><l n="36">κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.</l><l n="37">δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ</l><l n="38">ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα</l><l n="39">ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.</l><l n="40">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="41">σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ</l><l n="42">ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,</l><l n="43">μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν</l><l n="44">Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν</l><l n="45">τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="47">σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.</l><l n="48">κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα</l><l n="49">βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.</l><l n="50">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="51">νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="52">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="53">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,</l><l n="54">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.</l><l n="55">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα</l><l n="56">βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.</l><l n="57">πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν</l><l n="58">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.</l><l n="59">τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,</l><l n="60">ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·</l><l n="61">τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.</l><l n="62"><milestone unit="para" ed="P"/>κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="63">τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·</l><l n="64">ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.</l><l n="65">τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον</l><l n="66">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·</l><l n="67">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν</l><l n="68">αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι</l><l n="69">κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,</l><l n="70">πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.</l><l n="71">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="72">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="73">μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,</l><l n="74">οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,</l><l n="75">νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,</l><l n="76">ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ</l><l n="77">ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων</l><l n="78">χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.</l><l n="79">ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων</l><l n="80">Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν</l><l n="81">χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ</l><l n="82">Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.</l><milestone n="83" unit="card" ed="p"/><l n="83"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="84">πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι</l><l n="85">κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·</l><l n="86">αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.</l><l n="87">ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,</l><l n="88">δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε</l><l n="89">καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·</l><l n="90">αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν</l><l n="91">Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,</l><l n="92">ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.</l><l n="93">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="94">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν</l><l n="95">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="96">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="98">ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης</l><l n="99">φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·</l><l n="100">νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν</l><l n="101">πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν</l><l n="102">οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων</l><l n="103">πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.</l></q><l n="104"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="105">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,</l><l n="106">Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>