<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.199-7.242</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.199-7.242</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="199">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,</l><l n="200">ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.</l><l n="201">αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς</l><l n="202">ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,</l><l n="203">δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.</l><l n="204">εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,</l><l n="205">οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,</l><l n="206">ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.</l></q><l n="207"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="208">Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε</l><l n="209">ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="210">οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.</l><l n="211">οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν</l><l n="212">ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.</l><l n="213">καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,</l><l n="214">ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.</l><l n="215">ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·</l><l n="216">οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο</l><l n="217">ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ</l><l n="218">καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,</l><l n="219">ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ</l><l n="220">ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων</l><l n="221">ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.</l><l n="222">ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,</l><l n="223">ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης</l><l n="224">καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν</l><l n="225">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l></q><l n="226"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="227">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="228">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,</l><l n="229">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="230">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="231">πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς</l><l n="232">ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.</l><l n="233">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·</l><l n="234">ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα</l><l n="235">καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="236">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="237"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="238">τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;</l><l n="239">οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;</l></q><milestone n="240" unit="card" ed="p"/><l n="240"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="241">ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι</l><l n="242">κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>