<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.179-7.202</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.179-7.202</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="179"><milestone unit="para" ed="P"/>Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="180">πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="181">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="183">νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.</l><l n="184">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,</l><l n="185">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="186"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="187">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="188">νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·</l><l n="189">ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες</l><l n="190">ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν</l><l n="191">ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς</l><l n="192">μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης</l><l n="193">πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται</l><l n="194">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,</l><l n="195">μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,</l><l n="196">πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα</l><l n="197">πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι</l><l n="198">γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.</l><milestone n="198" unit="card" ed="p"/><l n="199">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,</l><l n="200">ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.</l><l n="201">αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς</l><l n="202">ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>