<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.162-7.189</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.162-7.189</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="162">ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="163">εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον</l><l n="164">οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="165">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·</l><l n="166">δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.</l></q><l n="167"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="168">χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="169">ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,</l><l n="170">υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,</l><l n="171">ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.</l><l n="172">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="173">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="174">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="175">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="176">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="177">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="178">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="179"><milestone unit="para" ed="P"/>Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="180">πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="181">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="183">νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.</l><l n="184">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,</l><l n="185">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="186"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="187">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="188">νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·</l><l n="189">ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>