<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.131-7.156</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.131-7.156</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><l n="131">πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.</l><l n="132">τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.</l><l n="133"><milestone unit="para" ed="P"/>ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="134">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="135">καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.</l><l n="136">εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας</l><l n="137">σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,</l><l n="138">ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.</l><l n="139">αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="140">πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,</l><l n="141">ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.</l><l n="142">ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,</l><l n="143">καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.</l><l n="144">οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·</l><l n="145">θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·</l><q type="unspecified"><l n="146"><milestone unit="para" ed="P"/>Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,</l><l n="147">σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας</l><l n="148">τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν</l><l n="149">ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος</l><l n="150">κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·</l><l n="151">αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι</l><l n="152">θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.</l></q><milestone n="152" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν</l><l n="154">πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="155">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="156">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>