<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.107-7.130</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.107-7.130</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><l n="107">καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.</l><milestone n="107" unit="card" ed="p"/><l n="108">ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν</l><l n="109">νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες</l><l n="110">ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη</l><l n="111">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.</l><l n="112">ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων</l><l n="113">τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.</l><l n="114">ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,</l><l n="115">ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι</l><l n="116">συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.</l><l n="117">τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει</l><l n="118">χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ</l><l n="119">Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.</l><l n="120">ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,</l><l n="121">αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.</l><l n="122">ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,</l><l n="123">τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ</l><l n="124">τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,</l><l n="125">ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν</l><l n="126">ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.</l><l n="127">ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον</l><l n="128">παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·</l><l n="129">ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα</l><l n="130">σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>