<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.98-6.113</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.98-6.113</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="98">εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.</l><l n="99">αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,</l><l n="100">σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·</l><l n="101">τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.</l><l n="102">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,</l><l n="103">ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,</l><l n="104">τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·</l><l n="105">τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="106">ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·</l><l n="107">πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,</l><l n="108">ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·</l><l n="109">ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.</l><l n="110"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι</l><l n="111">ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,</l><l n="112">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="113">ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>