<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.79-6.99</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.79-6.99</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="79">δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="80">ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="81">ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,</l><l n="82">μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.</l><l n="83">αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,</l><l n="84">οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><milestone n="85" unit="card" ed="p"/><l n="85"><milestone unit="para" ed="P"/>αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,</l><l n="86">ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ</l><l n="87">καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,</l><l n="88">ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.</l><l n="89">καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα</l><l n="90">τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης</l><l n="91">εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,</l><l n="92">στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.</l><l n="93">αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,</l><l n="94">ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα</l><l n="95">λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.</l><l n="96">αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ</l><l n="97">δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,</l><l n="98">εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.</l><l n="99">αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>