<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.59-6.107</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.59-6.107</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="59">ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;</l><l n="60">καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα</l><l n="61">βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.</l><l n="62">πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="63">οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·</l><l n="64">οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες</l><l n="65">ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι</l><l n="67">πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="68">οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.</l><l n="69">ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην</l><l n="70">ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.</l></q><l n="71"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.</l><l n="72">οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην</l><l n="73">ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·</l><l n="74">κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.</l><l n="75">καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,</l><l n="76">μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν</l><l n="77">παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν</l><l n="78">ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.</l><l n="79">δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="80">ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="81">ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,</l><l n="82">μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.</l><l n="83">αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,</l><l n="84">οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><milestone n="85" unit="card" ed="p"/><l n="85"><milestone unit="para" ed="P"/>αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,</l><l n="86">ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ</l><l n="87">καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,</l><l n="88">ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.</l><l n="89">καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα</l><l n="90">τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης</l><l n="91">εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,</l><l n="92">στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.</l><l n="93">αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,</l><l n="94">ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα</l><l n="95">λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.</l><l n="96">αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ</l><l n="97">δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,</l><l n="98">εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.</l><l n="99">αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,</l><l n="100">σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·</l><l n="101">τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.</l><l n="102">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,</l><l n="103">ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,</l><l n="104">τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·</l><l n="105">τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="106">ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·</l><l n="107">πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>