<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.50-6.65</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.50-6.65</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="50">βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,</l><l n="51">πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·</l><l n="52">ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="53">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε</l><l n="54">ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας</l><l n="55">ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.</l><l n="56">ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας
                     ἀπήνην</l><l n="58">ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι</l><l n="59">ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;</l><l n="60">καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα</l><l n="61">βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.</l><l n="62">πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="63">οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·</l><l n="64">οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες</l><l n="65">ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>