<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.40-6.55</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.40-6.55</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="40">ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.</l></q><l n="41"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="42">Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="43">ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ</l><l n="44">δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη</l><l n="45">πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·</l><l n="46">τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.</l><l n="47">ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.</l><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε</l><l n="49">Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,</l><l n="50">βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,</l><l n="51">πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·</l><l n="52">ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="53">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε</l><l n="54">ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας</l><l n="55">ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>