<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.324-7.67</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.324-7.67</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="324">κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·</l><l n="325">νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας</l><l n="326">ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.</l><l n="327">δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.</l></q><l n="328"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="329">αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα</l><l n="330">πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν</l><l n="331">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l></div><div n="7" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="2">κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.</l><l n="3">ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,</l><l n="4">στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς</l><l n="5">ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης</l><l n="6">ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.</l><l n="7">αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ</l><l n="8">γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,</l><l n="9">τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·</l><l n="10">Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν</l><l n="11">Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·</l><l n="12">ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.</l><l n="13">ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.</l><l n="14"><milestone unit="para" ed="P"/>καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ
                  Ἀθήνη</l><l n="15">πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,</l><l n="16">μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας</l><l n="17">κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.</l><l n="18">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,</l><l n="19">ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="20">παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.</l><l n="21">στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="22"><milestone unit="para" ed="P"/>ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο</l><l n="23">Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;</l><l n="24">καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω</l><l n="25">τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα</l><l n="26">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l></q><l n="27"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="28">τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,</l><l n="29">δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.</l><l n="30">ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,</l><l n="31">μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.</l><l n="32">οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,</l><l n="33">οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.</l><l n="34">νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι</l><l n="35">λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·</l><l n="36">τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.</l></q><milestone n="37" unit="card" ed="p"/><l n="37"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="38">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="39">τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν</l><l n="40">ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη</l><l n="41">εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν</l><l n="42">θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="43">θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας</l><l n="44">αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ</l><l n="45">ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.</l><l n="46">ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,</l><l n="47">τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="48"><milestone unit="para" ed="P"/>οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με
                     κελεύεις</l><l n="49">πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας</l><l n="50">δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ</l><l n="51">τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων</l><l n="52">ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.</l><l n="53">δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·</l><l n="54">Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων</l><l n="55">τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.</l><l n="56">Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων</l><l n="57">γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,</l><l n="58">ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,</l><l n="59">ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.</l><l n="60">ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·</l><l n="61">τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα</l><l n="62">Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·</l><l n="63">Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.</l><l n="64">τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="65">νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα</l><l n="66">Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,</l><l n="67">καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>