<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.299-6.330</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.299-6.330</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="299">δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.</l><l n="300">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο</l><l n="301">νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται</l><l n="302">δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο</l><l n="303">ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,</l><l n="304">ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι</l><l n="305">μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,</l><l n="306">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,</l><l n="307">κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.</l><l n="308">ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,</l><l n="309">τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.</l><l n="310">τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας</l><l n="311">βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι</l><l n="312">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.</l><l n="313">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="314">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="315">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="316"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ</l><l n="317">ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.</l><l n="318">αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·</l><l n="319">ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ</l><l n="320">ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.</l><l n="321">δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο</l><l n="322">ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.</l><l n="323">αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q type="unspecified"><l n="324">κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·</l><l n="325">νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας</l><l n="326">ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.</l><l n="327">δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.</l></q><l n="328"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="329">αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα</l><l n="330">πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>