<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.293-7.207</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.293-7.207</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="293">ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,</l><l n="294">τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.</l><l n="295">ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς</l><l n="296">ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.</l><l n="297">αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,</l><l n="298">καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι</l><l n="299">δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.</l><l n="300">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο</l><l n="301">νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται</l><l n="302">δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο</l><l n="303">ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,</l><l n="304">ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι</l><l n="305">μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,</l><l n="306">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,</l><l n="307">κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.</l><l n="308">ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,</l><l n="309">τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.</l><l n="310">τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας</l><l n="311">βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι</l><l n="312">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.</l><l n="313">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="314">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="315">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="316"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ</l><l n="317">ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.</l><l n="318">αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·</l><l n="319">ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ</l><l n="320">ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.</l><l n="321">δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο</l><l n="322">ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.</l><l n="323">αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q type="unspecified"><l n="324">κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·</l><l n="325">νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας</l><l n="326">ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.</l><l n="327">δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.</l></q><l n="328"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="329">αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα</l><l n="330">πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν</l><l n="331">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l></div><div n="7" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="2">κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.</l><l n="3">ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,</l><l n="4">στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς</l><l n="5">ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης</l><l n="6">ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.</l><l n="7">αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ</l><l n="8">γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,</l><l n="9">τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·</l><l n="10">Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν</l><l n="11">Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·</l><l n="12">ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.</l><l n="13">ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.</l><l n="14"><milestone unit="para" ed="P"/>καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ
                  Ἀθήνη</l><l n="15">πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,</l><l n="16">μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας</l><l n="17">κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.</l><l n="18">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,</l><l n="19">ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="20">παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.</l><l n="21">στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="22"><milestone unit="para" ed="P"/>ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο</l><l n="23">Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;</l><l n="24">καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω</l><l n="25">τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα</l><l n="26">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l></q><l n="27"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="28">τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,</l><l n="29">δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.</l><l n="30">ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,</l><l n="31">μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.</l><l n="32">οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,</l><l n="33">οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.</l><l n="34">νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι</l><l n="35">λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·</l><l n="36">τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.</l></q><milestone n="37" unit="card" ed="p"/><l n="37"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="38">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="39">τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν</l><l n="40">ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη</l><l n="41">εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν</l><l n="42">θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="43">θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας</l><l n="44">αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ</l><l n="45">ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.</l><l n="46">ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,</l><l n="47">τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="48"><milestone unit="para" ed="P"/>οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με
                     κελεύεις</l><l n="49">πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας</l><l n="50">δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ</l><l n="51">τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων</l><l n="52">ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.</l><l n="53">δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·</l><l n="54">Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων</l><l n="55">τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.</l><l n="56">Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων</l><l n="57">γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,</l><l n="58">ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,</l><l n="59">ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.</l><l n="60">ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·</l><l n="61">τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα</l><l n="62">Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·</l><l n="63">Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.</l><l n="64">τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="65">νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα</l><l n="66">Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,</l><l n="67">καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,</l><l n="68">ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.</l><l n="69">ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν</l><l n="70">ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο</l><l n="71">καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες</l><l n="72">δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.</l><l n="73">οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·</l><l n="74">ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.</l><l n="75">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="76">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="77">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="77" unit="card" ed="p"/><l n="78"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="79">πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,</l><l n="80">ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,</l><l n="81">δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="82">Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ</l><l n="83">ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.</l><l n="84">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="85">δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.</l><l n="86">χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="87">ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·</l><l n="88">χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·</l><l n="89">σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,</l><l n="90">ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.</l><l n="91">χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,</l><l n="92">οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι</l><l n="93">δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,</l><l n="94">ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.</l><l n="95">ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="96">ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι</l><l n="97">λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.</l><l n="98">ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο</l><l n="99">πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.</l><l n="100">χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν</l><l n="101">ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,</l><l n="102">φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.</l><l n="103">πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες</l><l n="104">αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,</l><l n="105">αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν</l><l n="106">ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·</l><l n="107">καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.</l><milestone n="107" unit="card" ed="p"/><l n="108">ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν</l><l n="109">νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες</l><l n="110">ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη</l><l n="111">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.</l><l n="112">ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων</l><l n="113">τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.</l><l n="114">ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,</l><l n="115">ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι</l><l n="116">συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.</l><l n="117">τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει</l><l n="118">χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ</l><l n="119">Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.</l><l n="120">ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,</l><l n="121">αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.</l><l n="122">ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,</l><l n="123">τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ</l><l n="124">τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,</l><l n="125">ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν</l><l n="126">ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.</l><l n="127">ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον</l><l n="128">παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·</l><l n="129">ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα</l><l n="130">σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι</l><l n="131">πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.</l><l n="132">τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.</l><l n="133"><milestone unit="para" ed="P"/>ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="134">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="135">καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.</l><l n="136">εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας</l><l n="137">σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,</l><l n="138">ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.</l><l n="139">αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="140">πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,</l><l n="141">ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.</l><l n="142">ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,</l><l n="143">καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.</l><l n="144">οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·</l><l n="145">θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·</l><q type="unspecified"><l n="146"><milestone unit="para" ed="P"/>Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,</l><l n="147">σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας</l><l n="148">τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν</l><l n="149">ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος</l><l n="150">κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·</l><l n="151">αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι</l><l n="152">θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.</l></q><milestone n="152" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν</l><l n="154">πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="155">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="156">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν</l><l n="157">καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·</l><l n="158">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="159">Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,</l><l n="160">ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,</l><l n="161">οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.</l><l n="162">ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="163">εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον</l><l n="164">οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="165">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·</l><l n="166">δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.</l></q><l n="167"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="168">χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="169">ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,</l><l n="170">υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,</l><l n="171">ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.</l><l n="172">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="173">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="174">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="175">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="176">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="177">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="178">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="179"><milestone unit="para" ed="P"/>Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="180">πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ</l><l n="181">σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="183">νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.</l><l n="184">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,</l><l n="185">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="186"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="187">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="188">νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·</l><l n="189">ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες</l><l n="190">ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν</l><l n="191">ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς</l><l n="192">μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης</l><l n="193">πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται</l><l n="194">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,</l><l n="195">μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,</l><l n="196">πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα</l><l n="197">πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι</l><l n="198">γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.</l><milestone n="198" unit="card" ed="p"/><l n="199">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,</l><l n="200">ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.</l><l n="201">αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς</l><l n="202">ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,</l><l n="203">δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.</l><l n="204">εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,</l><l n="205">οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,</l><l n="206">ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.</l></q><l n="207"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>