<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.255-6.303</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.255-6.303</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="255">ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω</l><l n="256">πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι</l><l n="257">πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.</l><l n="258">ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="259">ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,</l><l n="260">τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν</l><l n="261">καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.</l><l n="262">αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος</l><l n="263">ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,</l><l n="264">λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι</l><l n="265">εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.</l><l n="266">ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,</l><l n="267">ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.</l><l n="268">ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,</l><l n="269">πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.</l><l n="270">οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,</l><l n="271">ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,</l><l n="272">ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.</l><l n="273">τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω</l><l n="274">μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·</l><l n="275">καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·</l><q type="unspecified"><l n="276">τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε</l><l n="277">ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.</l><l n="278">ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς</l><l n="279">ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·</l><l n="280">ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν</l><l n="281">οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.</l><l n="282">βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν</l><l n="283">ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον</l><l n="284">Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.</l></q><l n="285">ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.</l><l n="286">καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,</l><l n="287">ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,</l><l n="288">ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.</l><milestone n="288" unit="card" ed="p"/><l n="289">ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα</l><l n="290">πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.</l><l n="291">δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου</l><l n="292">αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·</l><l n="293">ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,</l><l n="294">τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.</l><l n="295">ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς</l><l n="296">ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.</l><l n="297">αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,</l><l n="298">καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι</l><l n="299">δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.</l><l n="300">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο</l><l n="301">νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται</l><l n="302">δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο</l><l n="303">ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>