<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.247-6.278</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.247-6.278</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="248">πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.</l><l n="249">ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="250">ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.</l><milestone n="251" unit="card" ed="p"/><l n="251"><milestone unit="para" ed="P"/>αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·</l><l n="252">εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,</l><l n="253">ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,</l><l n="254">ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="255">ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω</l><l n="256">πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι</l><l n="257">πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.</l><l n="258">ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="259">ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,</l><l n="260">τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν</l><l n="261">καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.</l><l n="262">αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος</l><l n="263">ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,</l><l n="264">λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι</l><l n="265">εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.</l><l n="266">ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,</l><l n="267">ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.</l><l n="268">ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,</l><l n="269">πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.</l><l n="270">οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,</l><l n="271">ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,</l><l n="272">ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.</l><l n="273">τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω</l><l n="274">μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·</l><l n="275">καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·</l><q type="unspecified"><l n="276">τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε</l><l n="277">ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.</l><l n="278">ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>