<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.239-7.6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.239-7.6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="239"><milestone unit="para" ed="P"/>κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι
                     εἴπω.</l><l n="240">οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="241">Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·</l><l n="242">πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,</l><l n="243">νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="244">αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη</l><l n="245">ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.</l><l n="246">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="248">πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.</l><l n="249">ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="250">ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.</l><milestone n="251" unit="card" ed="p"/><l n="251"><milestone unit="para" ed="P"/>αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·</l><l n="252">εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,</l><l n="253">ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,</l><l n="254">ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="255">ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω</l><l n="256">πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι</l><l n="257">πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.</l><l n="258">ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="259">ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,</l><l n="260">τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν</l><l n="261">καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.</l><l n="262">αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος</l><l n="263">ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,</l><l n="264">λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι</l><l n="265">εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.</l><l n="266">ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,</l><l n="267">ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.</l><l n="268">ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,</l><l n="269">πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.</l><l n="270">οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,</l><l n="271">ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,</l><l n="272">ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.</l><l n="273">τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω</l><l n="274">μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·</l><l n="275">καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·</l><q type="unspecified"><l n="276">τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε</l><l n="277">ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.</l><l n="278">ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς</l><l n="279">ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·</l><l n="280">ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν</l><l n="281">οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.</l><l n="282">βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν</l><l n="283">ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον</l><l n="284">Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.</l></q><l n="285">ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.</l><l n="286">καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,</l><l n="287">ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,</l><l n="288">ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.</l><milestone n="288" unit="card" ed="p"/><l n="289">ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα</l><l n="290">πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.</l><l n="291">δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου</l><l n="292">αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·</l><l n="293">ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,</l><l n="294">τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.</l><l n="295">ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς</l><l n="296">ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.</l><l n="297">αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,</l><l n="298">καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι</l><l n="299">δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.</l><l n="300">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο</l><l n="301">νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται</l><l n="302">δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο</l><l n="303">ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,</l><l n="304">ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι</l><l n="305">μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,</l><l n="306">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,</l><l n="307">κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.</l><l n="308">ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,</l><l n="309">τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.</l><l n="310">τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας</l><l n="311">βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι</l><l n="312">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.</l><l n="313">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="314">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="315">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="316"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ</l><l n="317">ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.</l><l n="318">αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·</l><l n="319">ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ</l><l n="320">ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.</l><l n="321">δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο</l><l n="322">ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.</l><l n="323">αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q type="unspecified"><l n="324">κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·</l><l n="325">νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας</l><l n="326">ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.</l><l n="327">δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.</l></q><l n="328"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="329">αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα</l><l n="330">πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν</l><l n="331">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l></div><div n="7" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="2">κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.</l><l n="3">ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,</l><l n="4">στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς</l><l n="5">ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης</l><l n="6">ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>