<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.206-6.254</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.206-6.254</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="206">ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,</l><l n="207">τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="208">ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.</l><l n="209">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,</l><l n="210">λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.</l></q><milestone n="211" unit="card" ed="p"/><l n="211"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,</l><l n="212">κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν</l><l n="213">Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·</l><l n="214">πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,</l><l n="215">δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="216">ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.</l><l n="217">δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="218">ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς</l><l n="219">ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ</l><l n="220">χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.</l><l n="221">ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ</l><l n="222">γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.</l></q><l n="223"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα
                  κούρῃ.</l><l n="224">αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς</l><l n="225">ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,</l><l n="226">ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.</l><l n="227">αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,</l><l n="228">ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,</l><l n="229">τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα</l><l n="230">μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος</l><l n="231">οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.</l><l n="232">ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ</l><l n="233">ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη</l><l n="234">τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,</l><l n="235">ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.</l><l n="236">ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="237">κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.</l><l n="238">δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·</l><q type="unspecified"><l n="239"><milestone unit="para" ed="P"/>κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι
                     εἴπω.</l><l n="240">οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="241">Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·</l><l n="242">πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,</l><l n="243">νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="244">αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη</l><l n="245">ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.</l><l n="246">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="248">πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.</l><l n="249">ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="250">ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.</l><milestone n="251" unit="card" ed="p"/><l n="251"><milestone unit="para" ed="P"/>αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·</l><l n="252">εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,</l><l n="253">ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,</l><l n="254">ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>