<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.194-6.209</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.194-6.209</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="194">ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.</l><l n="195">Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,</l><l n="196">εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="197">τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·</l><q type="unspecified"><l n="199">στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;</l><l n="200">ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;</l><l n="201">οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,</l><l n="202">ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται</l><l n="203">δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.</l><l n="204">οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="205">ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.</l><l n="206">ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,</l><l n="207">τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="208">ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.</l><l n="209">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>