<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.19-6.44</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.19-6.44</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="19">σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.</l><l n="20">ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,</l><l n="21">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,</l><l n="22">εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,</l><l n="23">ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.</l><l n="24">τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;</l><l n="26">εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,</l><l n="27">σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν</l><l n="28">ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.</l><l n="29">ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει</l><l n="30">ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.</l><l n="31">ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·</l><l n="32">καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα</l><l n="33">ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·</l><l n="34">ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον</l><l n="35">πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.</l><l n="36">ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ</l><l n="37">ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι</l><l n="38">ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.</l><l n="39">καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν</l><l n="40">ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.</l></q><l n="41"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="42">Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="43">ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ</l><l n="44">δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>