<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.179-6.282</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.179-6.282</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="179">εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.</l><l n="180">σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,</l><l n="181">ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν</l><l n="182">ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,</l><l n="183">ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον</l><l n="184">ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,</l><l n="185">χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.</l></q><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="187">ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·</l><l n="188">Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,</l><l n="189">ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·</l><l n="190">καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.</l><l n="191">νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,</l><l n="192">οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,</l><l n="193">ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.</l><l n="194">ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.</l><l n="195">Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,</l><l n="196">εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="197">τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·</l><q type="unspecified"><l n="199">στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;</l><l n="200">ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;</l><l n="201">οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,</l><l n="202">ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται</l><l n="203">δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.</l><l n="204">οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="205">ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.</l><l n="206">ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,</l><l n="207">τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="208">ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.</l><l n="209">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,</l><l n="210">λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.</l></q><milestone n="211" unit="card" ed="p"/><l n="211"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,</l><l n="212">κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν</l><l n="213">Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·</l><l n="214">πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,</l><l n="215">δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="216">ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.</l><l n="217">δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="218">ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς</l><l n="219">ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ</l><l n="220">χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.</l><l n="221">ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ</l><l n="222">γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.</l></q><l n="223"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα
                  κούρῃ.</l><l n="224">αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς</l><l n="225">ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,</l><l n="226">ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.</l><l n="227">αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,</l><l n="228">ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,</l><l n="229">τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα</l><l n="230">μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος</l><l n="231">οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.</l><l n="232">ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ</l><l n="233">ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη</l><l n="234">τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,</l><l n="235">ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.</l><l n="236">ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="237">κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.</l><l n="238">δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·</l><q type="unspecified"><l n="239"><milestone unit="para" ed="P"/>κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι
                     εἴπω.</l><l n="240">οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="241">Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·</l><l n="242">πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,</l><l n="243">νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="244">αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη</l><l n="245">ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.</l><l n="246">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="248">πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.</l><l n="249">ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="250">ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.</l><milestone n="251" unit="card" ed="p"/><l n="251"><milestone unit="para" ed="P"/>αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·</l><l n="252">εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,</l><l n="253">ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,</l><l n="254">ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="255">ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω</l><l n="256">πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι</l><l n="257">πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.</l><l n="258">ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·</l><l n="259">ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,</l><l n="260">τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν</l><l n="261">καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.</l><l n="262">αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος</l><l n="263">ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,</l><l n="264">λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι</l><l n="265">εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.</l><l n="266">ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,</l><l n="267">ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.</l><l n="268">ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,</l><l n="269">πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.</l><l n="270">οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,</l><l n="271">ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,</l><l n="272">ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.</l><l n="273">τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω</l><l n="274">μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·</l><l n="275">καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·</l><q type="unspecified"><l n="276">τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε</l><l n="277">ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.</l><l n="278">ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς</l><l n="279">ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·</l><l n="280">ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν</l><l n="281">οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.</l><l n="282">βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>