<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.168-6.216</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.168-6.216</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="168">ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς</l><l n="169">γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.</l><l n="170">χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·</l><l n="171">τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι</l><l n="172">νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,</l><l n="173">ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω</l><l n="174">παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.</l><l n="175">ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας</l><l n="176">ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα</l><l n="177">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l><l n="178">ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,</l><l n="179">εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.</l><l n="180">σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,</l><l n="181">ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν</l><l n="182">ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,</l><l n="183">ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον</l><l n="184">ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,</l><l n="185">χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.</l></q><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="187">ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·</l><l n="188">Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,</l><l n="189">ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·</l><l n="190">καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.</l><l n="191">νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,</l><l n="192">οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,</l><l n="193">ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.</l><l n="194">ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.</l><l n="195">Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,</l><l n="196">εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="197">τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·</l><q type="unspecified"><l n="199">στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;</l><l n="200">ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;</l><l n="201">οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,</l><l n="202">ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται</l><l n="203">δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.</l><l n="204">οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="205">ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.</l><l n="206">ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,</l><l n="207">τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="208">ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.</l><l n="209">ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,</l><l n="210">λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.</l></q><milestone n="211" unit="card" ed="p"/><l n="211"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,</l><l n="212">κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν</l><l n="213">Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·</l><l n="214">πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,</l><l n="215">δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="216">ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>