<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.162-6.177</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.162-6.177</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="162">Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ</l><l n="163">φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·</l><l n="164">ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,</l><l n="165">τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.</l><l n="166">ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ</l><l n="167">δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,</l><l n="168">ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς</l><l n="169">γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.</l><l n="170">χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·</l><l n="171">τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι</l><l n="172">νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,</l><l n="173">ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω</l><l n="174">παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.</l><l n="175">ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας</l><l n="176">ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα</l><l n="177">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>