<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.146-6.192</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.146-6.192</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="146">λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,</l><l n="147">μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.</l><l n="148">αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός
                     ἐσσι;</l><l n="150">εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="151">Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,</l><l n="152">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·</l><l n="153">εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,</l><l n="154">τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,</l><l n="155">τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς</l><l n="156">αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,</l><l n="157">λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.</l><l n="158">κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,</l><l n="159">ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.</l><l n="160">οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,</l><l n="161">οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.</l><milestone n="162" unit="card" ed="p"/><l n="162">Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ</l><l n="163">φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·</l><l n="164">ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,</l><l n="165">τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.</l><l n="166">ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ</l><l n="167">δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,</l><l n="168">ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς</l><l n="169">γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.</l><l n="170">χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·</l><l n="171">τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι</l><l n="172">νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,</l><l n="173">ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω</l><l n="174">παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.</l><l n="175">ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας</l><l n="176">ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα</l><l n="177">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l><l n="178">ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,</l><l n="179">εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.</l><l n="180">σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,</l><l n="181">ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν</l><l n="182">ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,</l><l n="183">ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον</l><l n="184">ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,</l><l n="185">χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.</l></q><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="187">ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·</l><l n="188">Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,</l><l n="189">ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·</l><l n="190">καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.</l><l n="191">νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,</l><l n="192">οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>