<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.14-6.34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.14-6.34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="14">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.</l><l n="15">βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη</l><l n="16">κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,</l><l n="17">Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="18">πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,</l><l n="19">σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.</l><l n="20">ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,</l><l n="21">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,</l><l n="22">εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,</l><l n="23">ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.</l><l n="24">τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;</l><l n="26">εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,</l><l n="27">σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν</l><l n="28">ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.</l><l n="29">ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει</l><l n="30">ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.</l><l n="31">ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·</l><l n="32">καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα</l><l n="33">ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·</l><l n="34">ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>