<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.130-6.145</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.130-6.145</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><l n="130">βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,</l><l n="131">ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε</l><l n="132">δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν</l><l n="133">ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ</l><l n="134">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="135">ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε</l><l n="136">μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.</l><l n="137">σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,</l><l n="138">τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·</l><l n="139">οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη</l><l n="140">θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.</l><l n="141">στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,</l><l n="142">ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,</l><l n="143">ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι</l><l n="144">λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.</l><l n="145">ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>