<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.119-6.167</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.119-6.167</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="119"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="120">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="121">ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="122">ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·</l><l n="123">νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα</l><l n="124">καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.</l><l n="125">ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;</l><l n="126">ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.</l></q><milestone n="127" unit="card" ed="p"/><l n="127"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,</l><l n="128">ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ</l><l n="129">φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.</l><l n="130">βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,</l><l n="131">ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε</l><l n="132">δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν</l><l n="133">ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ</l><l n="134">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="135">ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε</l><l n="136">μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.</l><l n="137">σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,</l><l n="138">τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·</l><l n="139">οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη</l><l n="140">θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.</l><l n="141">στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,</l><l n="142">ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,</l><l n="143">ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι</l><l n="144">λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.</l><l n="145">ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="146">λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,</l><l n="147">μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.</l><l n="148">αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός
                     ἐσσι;</l><l n="150">εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="151">Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,</l><l n="152">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·</l><l n="153">εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,</l><l n="154">τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,</l><l n="155">τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς</l><l n="156">αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,</l><l n="157">λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.</l><l n="158">κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,</l><l n="159">ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.</l><l n="160">οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,</l><l n="161">οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.</l><milestone n="162" unit="card" ed="p"/><l n="162">Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ</l><l n="163">φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·</l><l n="164">ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,</l><l n="165">τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.</l><l n="166">ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ</l><l n="167">δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>